Сочинения. Том 4 - Гален Клавдий Страница 34

Тут можно читать бесплатно Сочинения. Том 4 - Гален Клавдий. Жанр: Старинная литература / Античная литература. Так же Вы можете читать полную версию (весь текст) онлайн без регистрации и SMS на сайте Knigogid (Книгогид) или прочесть краткое содержание, предисловие (аннотацию), описание и ознакомиться с отзывами (комментариями) о произведении.

Сочинения. Том 4 - Гален Клавдий читать онлайн бесплатно

Сочинения. Том 4 - Гален Клавдий - читать книгу онлайн бесплатно, автор Гален Клавдий

τίς οὖν ἡ πλεονεξία ζητῆσαι δίκαιον, οὐκ ἀργῶς καὶ ῥᾳθύµως ὑπερβῆναι.

6.5.27. Tὴν δ’ ἀρχὴν τῆς εὑρέσεως αὐτὸ τοῦτο οἶµαι παρέξειν, ὃ πρὸς ἁπάντων ὁµολογεῖται τῶν ἀνατοµικῶν ἐπιτήδειον εἶναι φασκόντων αὐτὸ πρὸς τὴν τῆς διδασκαλίας ἀρχήν.

6.5.28. εἰ γὰρ καὶ µηδενὸς ἄλλου, τούτου <γ’> αὐτοῦ τὸν λόγον ἡµῖν ἀποδοῦναι δυνήσονται, τοῦ φάσκειν “ἐπιτήδειον εἰς ἀρχὴν διδασκαλίας ἐστίν”· <ἐπιτήδειον δέ ἐστιν> οὔθ’ ὅτι τὴν χρόαν ἐρυθρόν ἐστιν οὔθ’ ὅτι διείληπται λοβοῖς οὔθ’ ὅτι καθ’ ἑνὸς αὐτῶν ἐπιτέταται τὸ τῆς χολῆς ἀγγεῖον οὔτε δι’ ἄλλο τῶν τοιούτων οὐδέν, ἀλλ’ ὅτι πᾶσαι συνεχεῖς αἱ φλέβες ὑπάρχουσιν αὐτῷ.

6.5.29. καὶ µὴν οὐκ ἄλλου τινός ἐστι τοῦτ’ αὐτὸ γνώρισµα πλὴν τῆς ἀρχῆς. οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι νεύρων ἀνατοµῆς ἀδύνατόν ἐστιν ἑτέραν ἀρχὴν ποιήσασθαι διδασκαλίας ἐγκέφαλον ὑπερβάντα ἢ ὅτι ἀρχὴ τούτων ἐστί· τούτου γὰρ µὴ διδοµένου οὐκ ἂν δύναιτό τις ἄλλην ἐξευρεῖν αἰτίαν, οὐδὲ διότι τῶν ἀρτηριῶν τὴν καρδίαν. ἡ γὰρ ὑπὸ τῆς φύσεως ἀρχὴ κατασταθεῖσα καὶ τὴν διδασκαλίαν ἀφ’ ἑαυτῆς ἀναγκάζει ποιήσασθαι.

6.5.30. οὐδὲ γὰρ εἴ τις ἐθελήσειεν ὕδατος ἐξηγήσασθαι διανοµὴν ἐπεισάκτου πόλει τὴν ἀρχὴν τῆς διηγήσεως οὐκ ἂν ἄλλοθεν εὕροι ποιήσασθαι παρελθὼν τὴν πρώτην εἴσοδον, ἀλλ’ ἀνάγκη πᾶσα τούτῳ προειπόντι τὸ χωρίον ἐκεῖνο τῆς πόλεως [οὗ] εἰς ὃ πρότερον ἔξωθεν ἀφικνεῖται τὸ ὕδωρ, ἀπ’ ἐκείνου ποιήσασθαι τὴν ἑξῆς ἅπασαν διήγησιν.

6.5.31. ὥστ’ οὐ χρὴ ζητεῖν ἄλλην µὲν ἀρχὴν τῆς τοῦ πράγµατος φύσεως, ἄλλην δὲ τῆς διδασκαλίας αὐτοῦ. κατὰ γὰρ τὴν τοῦ πράγµατος φύσιν ἡ διδασκαλία γιγνοµένη τὴν αὐτὴν ἔχει τῷ διδασκοµένῳ τὴν ἀρχὴν οὐδ’ ἔστιν ὀρθῶς διηγήσασθαι βουλοµένῳ ἢ γένεσιν τῶν γεγονότων ἢ διοίκησιν τῶν διοικουµένων ἑτέραν ἀρχὴν ἐπιτηδειοτέραν εὑρεῖν τῆς ἀληθοῦς.

6.5.32. ἡ µὲν γὰρ τῆς οἰκίας γένεσις ἀναγκάσει <σ>ε> πρῶτον µνηµονεῦσαι τῶν θεµελίων, ἡ δὲ τῆς νεὼς τῆς τρόπεως.

6.5.33. οὕτω δὲ καὶ εἰ βουληθείης διηγήσασθαι πόλεως ἢ ἔθνους ἢ στρατοπέδου διοίκησιν, ἀναγκασθήσῃ τῆς πρώτης ἀρχῆς ἐν ἑκάστῳ µνηµονεῦσαι.

6.5.34. Θαυµάζειν οὖν ἄξιον ὅσοι διδάξαι µὲν ὀρθῶς ἑτέρωθεν ἀρξάµενον ἀδύνατον εἶναί φασιν, ἀγνοεῖν δὲ τὴν ὄντως ἀρχὴν τῶν φλεβῶν. ἀλλήλοις γὰρ ἄµφω συνῆπται ταῦτα καὶ οὐχ οἷόν <τ’> ἐστὶ χωρὶς ἀλλήλων γενέσθαι διασπασθέντα, — τὴν ὀρθὴν ἀρχὴν λέγω τῆς διδασκαλίας τῆς ὄντως ἀρχῆς τοῦ πράγµατος—, ἀλλ’ εἴτ’ ὀρθῶς διδάσκει τις, ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρξεται, εἴτε [δὲ] τὴν ὄντως ἀρχὴν οἶδέ τις, τὴν τῆς διδασκαλίας οὐκ ἀγνοεῖ.

6.6.1. ῎Ηρκει µὲν οὖν καὶ ταῦτα πρὸς ἀπόδειξιν τῆς ἀρχῆς τῶν φλεβῶν, οὐδὲν µὴν ἧττόν ἐστι καὶ τὰ µέλλοντα λεχθήσεσθαι βέβαια γνωρίσµατα τοῦ µηδαµῶς εἶναι τὴν καρδίαν µήτε τοῦ τρέφοντος αἵµατος ὅλον τὸ σῶµα γεννητικὴν ἀρχὴν µήτε τῶν ὀργάνων αὐτοῦ. δείξω δὲ ἑκάτερον ἰδίᾳ καὶ πρότερον ὡς οὐκ ἔστι τῷ ζῴῳ τοῦ θρέψοντος αἵµατος ἀρχή.

6.6.2. διὰ τί δὲ τὸ ‘θρέψοντος’ πρόσκειται κατὰ τὸν λόγον αὖθις; διότι ἐδείκνυον ὡς ἑτέρου τινὸς αἵµατος ἑτέραν χρείαν τοῖς ζῴοις παρεχοµένου τῆς γενέσεως οὐκ ἀφαιροῦµαι τὴν καρδίαν.

6.6.3. ἀλλὰ τό γε νῦν [εἶναι] προκείµενον, ὡς ὑφ’ οὗ τρέφεται τὰ σύµπαντα µέλη τοῦ ζῴου, τοῦτ’ ἐξ ἥπατος, οὐκ ἐκ τῆς καρδίας ὁρµᾶται, δείξειν ἐπαγγέλλοµαι τῶν ἐξ ἀνατοµῆς φαινοµένων ἀρχὴν τῷ λόγῳ ποιησάµενος, ὃ µάλιστα µάχεται τοῖς ᾿Ερασιστρατ<ε>ίοις οἳ νῦν ἡµῖν ἐροῦσιν ὡς παράδοξά τε καὶ καινὰ κατασκευάζοµεν.

6.6.4. Eἴρηται δὲ τὸ φαινόµενον ὑπ’ ᾿Ερασιστράτου κατὰ τὴν τῶν Πυρετῶν πραγµατείαν, ὡς ὑµένες ἐπιπεφύκασιν τοῖς στόµασι τῶν ἀγγείων οἷς εἰς ὑπηρεσίαν ὑλῶν εἰσαγωγῆς τε καὶ αὖθις ἐξαγωγῆς ἡ καρδία προσχρῆται.

6.6.5. τούτους τοὺς ὑµένας ἐτόλµησάν τινες οὐκ εἶναι λέγειν, ἀλλ’ ὑπ’ ᾿Ερασιστρατείου διεσκευάσθαι δόγµατος ἕνεκεν κατασκευῆς. πλὴν εἰς τοσοῦτον ἥκουσι γνώσεως ἅπασι τοῖς ἰατροῖς, ὥστ’ ἀρχαῖος ὄντως εἶναι δόξειεν ἂν ὁ µὴ γινώσκων αὐτούς.

6.6.6. εἰσὶ δ’ ἐπὶ µὲν τῷ στόµατι τῆς κοίλης φλεβὸς τρεῖς ἀκίδων γλωχῖσιν ὁµοιότατοι τὴν σύνταξιν, ὅθεν οἶµαι καὶ τριγλώχινας ἔνιοι τῶν ᾿Ερασιστρατείων ἐκάλεσαν αὐτούς.

6.6.7. ἐπὶ δὲ τῆς ἀρτηρίας τῆς φλεβώδους, —οὕτω δὲ ὀνοµάζω τὴν ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας εἰς τὸν πνεύµονα κατασχιζοµένην—, ὁµοιότατοι µὲν τὸ εἶδος ἀριθµῷ δ’ οὐκ ἴσοι· µόνῳ γὰρ τούτῳ τῷ στόµατι δυοῖν ὑµένων ἐπίφυσίς ἐστι. τῶν δ’ ἄλλων στοµάτων ἑκατέρῳ τρεῖς ὑµένες εἰσὶν ἅπαντες σιγµοειδεῖς.

6.6.8. ἐξάγει δ’, ὡς ᾿Ερασίστρατός φησιν ἐξηγούµενος τὸ φαινόµενον, ἑκάτερον µὲν τῶν στοµάτων, αἷµα µὲν εἰς τὸν πνεύµονα τὸ ἕτερον αὐτῶν, πνεῦµα δ’ εἰς ὅλον τὸ ζῷον τὸ ἕτερον· ἡ χρεία δὲ τῶν ὑµένων, ὡς ἐκείνῳ δοκεῖ, πρὸς ἐναντίας ὑπηρεσίας τῇ καρδίᾳ χρόνων ἀµοιβαῖς ἐγκαίροις ὑπαλ<λ>αττοµένας, τοὺς µὲν ἐπὶ τοῖς εἰσάγουσι τὰς ὕλας ἀγγείοις ἐπιπεφυκότας ἔξωθεν ἔσω φεροµένους ἀνατρέπεσθαι µὲν ὑπὸ τῆς εἰσόδου τῶν ὑλῶν, ἀναπίπτοντας δ’ εἰς τὰς κοιλότητας τῆς καρδίας ἀνοιγνύντας τὰ στόµατα παρέχειν ἀκώλυτον τὴν φορὰν τοῖς εἰς αὐτὴν ἑλκοµένοις.

6.6.9. οὐ γὰρ δὴ αὐτοµάτως γε τὰς ὕλας εἰσρεῖν φησιν ὡς εἰς ἄψυχόν τινα δεξαµενήν, ἀλλ’ αὐτὴν τὴν καρδίαν διαστελ-λοµένην ὥσπερ τὰς τῶν χαλκέων φύσας ἐπισπᾶσθαι πληροῦσαν τῇ διαστολῇ.

6.6.10. ἐπὶ δὲ τοῖς ἐξάγουσιν ἀγγείοις τὰς ὕλας <ἄλλους> ἔλεγεν ἐπικεῖσθαι καὶ τοὐναντίον ἡγεῖσθαι πάθος πάσχειν· ἔσωθεν γὰρ ἔξω ῥέποντας ἀνατρεποµένους µὲν ὑπὸ τῶν ἐξιόντων ἀνοιγνύναι τὰ στόµατα καθ’ ὃν ἂν ἡ καρδία χρόνον χορηγῇ τὰς ὕλας, ἐν δὲ τῷ λοιπῷ παντὶ κλείειν ἀκριβῶς τὰ στόµατα µηδὲνὶ τῶν ἐκπεµφθέντων ἐπανέρχεσθαι συγχωροῦντας.

6.6.11. οὕτως δὲ καὶ τοὺς ἐπὶ τοῖς εἰσάγουσι<ν>, ὅταν ἡ καρδία συστέλληται, κλείειν τὰ στόµατα µηδὲν τῶν ἑλχθέντων ὑπ’ αὐτῆς αὖθις ἔξω παλινδροµεῖν ἐπιτρέποντας.

6.6.12. Eἴπερ οὖν ἔχει ταῦθ’ οὕτως, ἄνδρες ᾿Ερασιστράτειοι, τὰ µὲν ἄλλα τῶν ἀγγείων ἐάσωµεν ἤδη τῷ λόγῳ, τὸ δ’ ἀµφισβητούµενον ἐπισκεψώµεθα, τὴν κοίλην φλέβα τὴν ἐξ ἥπατος εἰς καρδίαν εἰσάγουσαν τὸ αἷµα ποτέρους ἔχει τοὺς ἐπιπεφυκότας ὑµένας, ἆρ’ ἔσωθεν ἔξω ῥέποντας ἢ τοὐναντίον ἔξωθεν ἔσω φεροµένους;

6.6.13. ἀλλ’ ἴσως οὐδὲ τοῦτο µέγα πρὸς τὸ προπαρεσκευάσθαι µὲν ἐν ἥπατι τὸ αἷµα, φέρεσθαι δ’ ἐντεῦθεν εἰς τὴν καρδίαν ἀποληψόµενον ἐνταῦθα τὸ λεῖπον τῆς οἰκείας ἰδέας εἰς ἀκριβῆ τελειότητα· καὶ γὰρ καὶ λόγον ἔχει µηδὲν τῶν τελέων τε καὶ µεγάλων ἔργων ἀθρόως δύνασθαι γενέσθαι µηδὲ ὑφ’ ἑνὸς ὀργάνου φυσικοῦ τὸν οἰκεῖον κόσµον ἅπαντα κτήσασθαι.

6.6.14. δείξατε οὖν ἡµῖν ἕτερον ἀγγεῖον ἐξάγον ἐκ τῆς καρδίας τουτὶ τὸ κοσµηθὲν αἷµα καὶ διανεµόµενον ἅπαντι τῷ σώµατι καθάπερ ἡ ἀρτηρία τὸ πνεῦµα.

6.6.15. καὶ µὴν τὰ σύµπαντα τέτταρά ἐστι στόµατα, δύο καθ’ ἑκατέραν κοιλίαν, ἓν µὲν ἐκ τοῦ πνεύµονος εἰσάγον τὸ πνεῦµα, τὸ δ’ ἕτερον ἐξάγον, ἄµφω µὲν ταῦτα κατὰ τὴν ἀριστερὰν κοιλίαν, ὑπόλοιπα δὲ δύο κατὰ τὴν δεξιάν, εἰς µὲν τὸν πνεύµονα τὸ ἕτερον αἷµα παράγον, <ἐκ δὲ τοῦ ἥπατος> εἰσάγον τὸ

Перейти на страницу:
Вы автор?
Жалоба
Все книги на сайте размещаются его пользователями. Приносим свои глубочайшие извинения, если Ваша книга была опубликована без Вашего на то согласия.
Напишите нам, и мы в срочном порядке примем меры.
Комментарии / Отзывы
    Ничего не найдено.